24.42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος ·
24.43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν .
24.44 Εἶπεν δὲ ʹπρὸς αὐτούσʹ · Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν , ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ .
24.45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς ,
24.46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ ,
24.47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ ·
24.48 ὑμεῖς ἐστε μάρτυρες τούτων .
24.49 καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς · ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ʹἐξ ὕψους δύναμινʹ .
24.50 Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν , καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς .
24.51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν ʹ [ καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν ] ʹ .
24.52 καὶ αὐτοὶ ʹ [ προσκυνήσαντες αὐτὸν ] ʹ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης ,
24.53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν .