1.44 μηδενὶ μηδὲν εἴπῃς , ἀλλὰ ὕπαγε σεαυτὸν " δεῖξον τῷ ἱερεῖ " καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωυσῆς εἰς μαρτύριον αὐτοῖς .
1.45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον , ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν , ἀλλὰ ἔξω ἐπ’ ἐρήμοις τόποις [ ἦν ] · καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν .