2.1 Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν ·
2.2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν , καὶ ἐλάλει αὐτοῖς τὸν λόγον .
2.3 καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων .
2.4 καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν , καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου παραλυτικὸς κατέκειτο .
2.5 καὶ ἰδὼν Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ Τέκνον , ἀφίενταί σου αἱ ἁμαρτίαι .
2.6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν
2.7 Τί οὗτος οὕτω λαλεῖ ; βλασφημεῖ · τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς θεός ;
2.8 καὶ εὐθὺς ἐπιγνοὺς Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι [ οὕτως ] διαλογίζονται ἐν ἑαυτοῖς λέγει [ αὐτοῖς ] Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν ;
2.9 τί ἐστιν εὐκοπώτερον , εἰπεῖν τῷ παραλυτικῷ Ἀφίενταί σου αἱ ἁμαρτίαι , εἰπεῖν Ἐγείρου [ καὶ ] ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει ;
2.10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς λέγει τῷ παραλυτικῷ
2.11 Σοὶ λέγω , ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου .
2.12 καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων , ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν [ λέγοντας ] ὅτι Οὕτως οὐδέποτε εἴδαμεν .
2.13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν · καὶ πᾶς ὄχλος ἤρχετο πρὸς αὐτόν , καὶ ἐδίδασκεν αὐτούς .