2.22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς · εἰ δὲ μή , ῥήξει οἶνος τοὺς ἀσκούς , καὶ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί · [ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς . ]
2.23 Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν διαπορεύεσθαι διὰ τῶν σπορίμων , καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας .
2.24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ Ἴδε τί ποιοῦσιν τοῖς σάββασιν οὐκ ἔξεστιν ;
2.25 καὶ λέγει αὐτοῖς Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ;
2.26 [ πῶς ] εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ " τοὺς ἄρτους τῆς προθέσεως " ἔφαγεν , οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς , καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν ;
2.27 καὶ ἔλεγεν αὐτοῖς Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ἄνθρωπος διὰ τὸ σάββατον ·
2.28 ὥστε κύριός ἐστιν υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου .