2.14 Καὶ παράγων εἶδεν Λευεὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον , καὶ λέγει αὐτῷ Ἀκολούθει μοι . καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ .
2.15 Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ , καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ , ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ .
2.16 καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ Ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ;
2.17 καὶ ἀκούσας Ἰησοῦς λέγει αὐτοῖς [ ὅτι ] Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες · οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς .
2.18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάνου καὶ οἱ Φαρισαῖοι νηστεύοντες . καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ Διὰ τί οἱ μαθηταὶ Ἰωάνου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν , οἱ δὲ σοὶ [ μαθηταὶ ] οὐ νηστεύουσιν ;
2.19 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν νυμφίος μετ’ αὐτῶν ἐστὶν νηστεύειν ; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν οὐ δύνανται νηστεύειν ·
2.20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν νυμφίος , καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ .
2.21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν · εἰ δὲ μή , αἴρει τὸ πλήρωμα ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ , καὶ χεῖρον σχίσμα γίνεται .