3.14 καὶ ἐποίησεν δώδεκα , οὓς καὶ ἀποστόλους ὠνόμασεν , ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
3.15 καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια ·
3.16 καὶ ἐποίησεν τοὺς δώδεκα ( καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι ) Πέτρον ,
3.17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάνην τὸν ἀδελφὸν τοῦ Ἰακώβου ( καὶ ἐπέθηκεν αὐτοῖς ὄνομα Βοανηργές , ἐστιν Υἱοὶ Βροντῆς ) ,
3.18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον
3.19 καὶ Ἰούδαν Ἰσκαριώθ , ὃς καὶ παρέδωκεν αὐτόν .
3.20 Καὶ ἔρχεται εἰς οἶκον · καὶ συνέρχεται πάλιν [ ] ὄχλος , ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν .
3.21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν , ἔλεγον γὰρ ὅτι ἐξέστη .
3.22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἰεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεεζεβοὺλ ἔχει , καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια .
3.23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν ;
3.24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ , οὐ δύναται σταθῆναι βασιλεία ἐκείνη ·
3.25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ , οὐ δυνήσεται οἰκία ἐκείνη στῆναι ·
3.26 καὶ εἰ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐμερίσθη , οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει .
3.27 ἀλλ’ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ , καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει .