3.28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων , τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν ·
3.29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον , οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα , ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος .
3.30 ὅτι ἔλεγον Πνεῦμα ἀκάθαρτον ἔχει .
3.31 Καὶ ἔρχονται μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν .
3.32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος , καὶ λέγουσιν αὐτῷ Ἰδοὺ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε .
3.33 καὶ ἀποκριθεὶς αὐτοῖς λέγει Τίς ἐστιν μήτηρ μου καὶ οἱ ἀδελφοί ;
3.34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει Ἴδε μήτηρ μου καὶ οἱ ἀδελφοί μου ·
3.35 ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ , οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν .