4.13 ;
4.14 Ὁ σπείρων τὸν λόγον σπείρει .
4.15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος , καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς .
4.16 καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι , οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν ,
4.17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν , εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται .
4.18 καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι · οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες ,
4.19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συνπνίγουσιν τὸν λόγον , καὶ ἄκαρπος γίνεται .
4.20 καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες , οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ [ ἐν ] ἑξήκοντα καὶ [ ἐν ] ἑκατόν .
4.21 Καὶ ἔλεγεν αὐτοῖς ὅτι Μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην , οὐχ ἵνα † ἐπὶ † τὴν λυχνίαν τεθῇ ;
4.22 οὐ γὰρ ἔστιν κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ , οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν .
4.23 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω .
4.24 Καὶ ἔλεγεν αὐτοῖς Βλέπετε τί ἀκούετε . ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν .
4.25 ὃς γὰρ ἔχει , δοθήσεται αὐτῷ · καὶ ὃς οὐκ ἔχει , καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ .
4.26 Καὶ ἔλεγεν Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν