5.1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν .
5.2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου [ εὐθὺς ] ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ ,
5.3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν , καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
5.4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρίφθαι , καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι ·
5.5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις .
5.6 καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτόν ,
5.7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει Τί ἐμοὶ καὶ σοί , Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ; ὁρκίζω σε τὸν θεόν , μή με βασανίσῃς .
5.8 ἔλεγεν γὰρ αὐτῷ Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου .
5.9 καὶ ἐπηρώτα αὐτόν Τί ὄνομά σοι ; καὶ λέγει αὐτῷ Λεγιὼν ὄνομά μοι , ὅτι πολλοί ἐσμεν ·
5.10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας .
5.11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη ·
5.12 καὶ παρεκάλεσαν αὐτὸν λέγοντες Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους , ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν .
5.13 καὶ ἐπέτρεψεν αὐτοῖς . καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους , καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν , ὡς δισχίλιοι , καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ .