4.38 καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων · καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ Διδάσκαλε , οὐ μέλει σοι ὅτι ἀπολλύμεθα ;
4.39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ Σιώπα , πεφίμωσο . καὶ ἐκόπασεν ἄνεμος , καὶ ἐγένετο γαλήνη μεγάλη .
4.40 καὶ εἶπεν αὐτοῖς Τί δειλοί ἐστε ; οὔπω ἔχετε πίστιν ;
4.41 καὶ ἐφοβήθησαν φόβον μέγαν , καὶ ἔλεγον πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ἄνεμος καὶ θάλασσα ὑπακούει αὐτῷ ;