8.1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν , προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς
8.2 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν ·
8.3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν , ἐκλυθήσονται ἐν τῇ ὁδῷ · καί τινες αὐτῶν ἀπὸ μακρόθεν εἰσίν .
8.4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας ;
8.5 καὶ ἠρώτα αὐτούς Πόσους ἔχετε ἄρτους ; οἱ δὲ εἶπαν Ἑπτά .
8.6 καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς · καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ .
8.7 καὶ εἶχαν ἰχθύδια ὀλίγα · καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι .
8.8 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν , καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σφυρίδας .
8.9 ἦσαν δὲ ὡς τετρακισχίλιοι . καὶ ἀπέλυσεν αὐτούς .
8.10 Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά .
8.11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συνζητεῖν αὐτῷ , ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ , πειράζοντες αὐτόν .
8.12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει Τί γενεὰ αὕτη ζητεῖ σημεῖον ; ἀμὴν λέγω , εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον .
8.13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν .
8.14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους , καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ .