8.15 καὶ διεστέλλετο αὐτοῖς λέγων Ὁρᾶτε , βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου .
8.16 καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν .
8.17 καὶ γνοὺς λέγει αὐτοῖς Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε ; οὔπω νοεῖτε οὐδὲ συνίετε ; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν ;
8.18 " ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε ; " καὶ οὐ μνημονεύετε
8.19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους , πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε ; λέγουσιν αὐτῷ Δώδεκα .
8.20 ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους , πόσων σφυρίδων πληρώματα κλασμάτων ἤρατε ; καὶ λέγουσιν αὐτῷ Ἑπτά .
8.21 καὶ ἔλεγεν αὐτοῖς Οὔπω συνίετε ;
8.22 Καὶ ἔρχονται εἰς Βηθσαιδάν . Καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται .
8.23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης , καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ , ἐπιθεὶς τὰς χεῖρας αὐτῷ , ἐπηρώτα αὐτόν Εἴ τι βλέπεις ;
8.24 καὶ ἀναβλέψας ἔλεψεν Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας .
8.25 εἶτα πάλιν ἔθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ , καὶ διέβλεψεν , καὶ ἀπεκατέστη , καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα .
8.26 καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς
8.27 Καὶ ἐξῆλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρίας τῆς Φιλίππου · καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι ;
8.28 οἱ δὲ εἶπαν αὐτῷ λέγοντες ὅτι Ἰωάνην τὸν βαπτιστήν , καὶ ἄλλοι Ἠλείαν , ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν .