9.25 ἰδὼν δὲ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα , ἐγὼ ἐπιτάσσω σοι , ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν .
9.26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν · καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν .
9.27 δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν , καὶ ἀνέστη .
9.28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό ;
9.29 καὶ εἶπεν αὐτοῖς Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ .
9.30 Κἀκεῖθεν ἐξελθόντες ἐπορεύοντο διὰ τῆς Γαλιλαίας , καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ ·
9.31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν [ αὐτοῖς ] ὅτι υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων , καὶ ἀποκτενοῦσιν αὐτόν , καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται .
9.32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα , καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι .
9.33 Καὶ ἦλθον εἰς Καφαρναούμ . Καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς Τί ἐν τῇ ὁδῳ διελογίζεσθε ;
9.34 οἱ δὲ ἐσιώπων , πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων .
9.35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος .
9.36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς
9.37 Ὃς ἂν [ ἓν ] τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου , ἐμὲ δέχεται · καὶ ὃς ἂν ἐμὲ δέχηται , οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με .