9.38 Ἔφη αὐτῷ Ἰωάνης Διδάσκαλε , εἴδαμέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια , καὶ ἐκωλύομεν αὐτόν , ὅτι οὐκ ἠκολούθει ἡμῖν .
9.39 δὲ Ἰησοῦς εἶπεν Μὴ κωλύετε αὐτόν , οὐδεὶς γὰρ ἔστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με ·
9.40 ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡμῶν , ὑπὲρ ἡμῶν ἐστίν .
9.41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστέ , ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ .
9.42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων , καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν .
9.43 Καὶ ἐὰν σκανδαλίσῃ σε χείρ σου , ἀπόκοψον αὐτήν · καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν , εἰς τὸ πῦρ τὸ ἄσβεστον .