10.1 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου , καὶ συνπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν , καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς .
10.2 Καὶ [ προσελθόντες Φαρισαῖοι ] ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι , πειράζοντες αὐτόν .
10.3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Τί ὑμῖν ἐνετείλατο Μωυσῆς ;
10.4 οἱ δὲ εἶπαν Ἐπέτρεψεν Μωυσῆς " βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι . "
10.5 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην ·
10.6 ἀπὸ δὲ ἀρχῆς κτίσεως " ἄρσεν καὶ θῆλυ ἐποίησεν [ αὐτούς ] · "
10.7 " ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα , "
10.8 " καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν · " ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ ·
10.9 οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω .
10.10 Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν .
10.11 καὶ λέγει αὐτοῖς Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν ,
10.12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται .
10.13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται · οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς .
10.14 ἰδὼν δὲ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με , μὴ κωλύετε αὐτά , τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ θεοῦ .
10.15 ἀμὴν λέγω ὑμῖν , ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον , οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν .
10.16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά .