10.17 αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν Διδάσκαλε ἀγαθέ , τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω ;
10.18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Τί με λέγεις ἀγαθόν ; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός .
10.19 τὰς ἐντολὰς οἶδας " Μὴ φονεύσῃς , Μὴ μοιχεύσῃς , Μὴ κλέψῃς , Μὴ ψευδομαρτυρήσῃς , " Μὴ ἀποστερήσῃς , " Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα . "
10.20 ὁ δὲ ἔφη αὐτῷ Διδάσκαλε , ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου .
10.21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ἕν σε ὑστερεῖ · ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [ τοῖς ] πτωχοῖς , καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ , καὶ δεῦρο ἀκολούθει μοι .
10.22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος , ἦν γὰρ ἔχων κτήματα πολλά .
10.23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται .
10.24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ . ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς Τέκνα , πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν ·
10.25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν .
10.26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς αὐτόν Καὶ τίς δύναται σωθῆναι ;
10.27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ’ οὐ παρὰ θεῷ , " πάντα " γὰρ " δυνατὰ παρὰ [ τῷ ] θεῷ " .
10.28 Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι .
10.29 ἔφη ὁ