10.39 ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε ,
10.40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι , ἀλλ’ οἷς ἡτοίμασται .
10.41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάνου .
10.42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν .
10.43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν · ἀλλ’ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν , ἔσται ὑμῶν διάκονος ,
10.44 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος , ἔσται πάντων δοῦλος ·
10.45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν .
10.46 Καὶ ἔρχονται εἰς Ἰερειχώ . Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰερειχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτίμαιος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν .
10.47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν Υἱὲ Δαυεὶδ Ἰησοῦ , ἐλέησόν με .
10.48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ · ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυείδ , ἐλέησόν με .
10.49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν Φωνήσατε αὐτόν . καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ Θάρσει , ἔγειρε , φωνεῖ σε .
10.50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν .
10.51 καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν Τί σοι θέλεις ποιήσω ; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ Ῥαββουνεί , ἵνα ἀναβλέψω .
10.52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ὕπαγε , ἡ πίστις σου σέσωκέν σε . καὶ εὐθὺς