10.29 Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν , οὐδεὶς ἔστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ [ ἕνεκεν ] τοῦ εὐαγγελίου ,
10.30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν , καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον .
10.31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [ οἱ ] ἔσχατοι πρῶτοι .
10.32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἰεροσόλυμα , καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς , καὶ ἐθαμβοῦντο , οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο . καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν
10.33 ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα , καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν , καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
10.34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν , καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται .
10.35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάνης οἱ [ δύο ] υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ Διδάσκαλε , θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν .
10.36 ὁ δὲ εἶπεν αὐτοῖς Τί θέλετε ποιήσω ὑμῖν ;
10.37 οἱ δὲ εἶπαν αὐτῷ Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου .
10.38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ οἴδατε τί αἰτεῖσθε · δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω , ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι ;
10.39 οἱ δὲ εἶπαν αὐτῷ Δυνάμεθα . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὸ ποτήριον