11.1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν , ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
11.2 καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν , καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν · λύσατε αὐτὸν καὶ φέρετε .
11.3 καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο ; εἴπατε κύριος αὐτοῦ χρείαν ἔχει · καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε .
11.4 καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου , καὶ λύουσιν αὐτόν .
11.5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς Τί ποιεῖτε λύοντες τὸν πῶλον ;
11.6 οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν Ἰησοῦς · καὶ ἀφῆκαν αὐτούς .
11.7 καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν , καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν , καὶ ἐκάθισεν ἐπ’ αὐτόν .
11.8 καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν , ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν .
11.9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον " Ὡσαννά · " Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου · " "
11.10 " Εὐλογημένη ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυείδ · Ὡσαννὰ ἐν τοῖς ὑψίστοις . "
11.11 Καὶ εἰσῆλθεν εἰς Ἰεροσόλυμα εἰς τὸ ἱερόν · καὶ περιβλεψάμενος πάντα ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα .
11.12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν .