11.13 καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ , καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα , γὰρ καιρὸς οὐκ ἦν σύκων .
11.14 καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι . καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ .
11.15 Καὶ ἔρχονται εἰς Ἰεροσόλυμα . Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ , καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
11.16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ ,
11.17 καὶ ἐδίδασκεν καὶ ἔλεγεν Οὐ γέγραπται ὅτι " οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ; " ὑμεῖς δὲ πεποιήκατε αὐτὸν " σπήλαιον λῃστῶν . "
11.18 καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς , καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν · ἐφοβοῦντο γὰρ αὐτόν , πᾶς γὰρ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ .
11.19 Καὶ ὅταν ὀψὲ ἐγένετο , ἐξεπορεύοντο ἔξω τῆς πόλεως .
11.20 Καὶ παραπορευόμενοι πρωὶ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν .
11.21 καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ Ῥαββεί , ἴδε συκῆ ἣν κατηράσω ἐξήρανται .
11.22 καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς Ἔχετε πίστιν θεοῦ ·
11.23 ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν , καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι λαλεῖ γίνεται , ἔσται αὐτῷ .