12.26 ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωυσέως ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων " Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ ; "
12.27 οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων · πολὺ πλανᾶσθε .
12.28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συνζητούντων , εἰδὼς ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς , ἐπηρώτησεν αὐτόν Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων ;
12.29 ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη ἐστίν " Ἄκουε , Ἰσραήλ , Κύριος ὁ " " θεὸς ἡμῶν κύριος εἷς ἐστίν , "
12.30 " καὶ ἀγαπήσεις Κύριον " " τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου . "
12.31 δευτέρα αὕτη " Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν . " μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν .
12.32 Εἶπεν αὐτῷ ὁ γραμματεύς Καλῶς , διδάσκαλε , ἐπ’ ἀληθείας εἶπες ὅτι " εἷς ἐστὶν καὶ οὐκ ἔστιν " " ἄλλος πλὴν αὐτοῦ · "
12.33 καὶ τὸ " ἀγαπᾷν αὐτὸν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος " καὶ τὸ " ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν " περισσότερόν ἐστιν πάντων " τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν . "
12.34 καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ Οὐ μακρὰν [ εἶ ] ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ . Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι .
12.35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς Δαυείδ ἐστιν ;
12.36 αὐτὸς Δαυεὶδ εἶπεν ἐν τῷ πνεύματι