12.14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ Διδάσκαλε , οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός , οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων , ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις · ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ ; δῶμεν μὴ δῶμεν ;
12.15 δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς Τί με πειράζετε ; φέρετέ μοι δηνάριον ἵνα ἴδω .
12.16 οἱ δὲ ἤνεγκαν . καὶ λέγει αὐτοῖς Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή ; οἱ δὲ εἶπαν αὐτῷ Καίσαρος .
12.17 δὲ Ἰησοῦς εἶπεν Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ . καὶ ἐξεθαύμαζον ἐπ’ αὐτῷ .
12.18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν , οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι , καὶ ἐπηρώτων αὐτὸν λέγοντες
12.19 Διδάσκαλε , Μωυσῆς ἔγραψεν ἡμῖν ὅτι " ἐάν τινος ἀδελφὸς ἀποθάνῃ " καὶ καταλίπῃ γυναῖκα " καὶ μὴ ἀφῇ τέκνον , " ἵνα " λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ . "
12.20 ἑπτὰ ἀδελφοὶ ἦσαν · καὶ πρῶτος ἔλαβεν γυναῖκα , καὶ ἀποθνήσκων οὐκ ἀφῆκεν σπέρμα ·
12.21 καὶ δεύτερος ἔλαβεν αὐτήν , καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα , καὶ τρίτος ὡσαύτως ·
12.22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα · ἔσχατον πάντων καὶ γυνὴ ἀπέθανεν .
12.23 ἐν τῇ ἀναστάσει τίνος αὐτῶν ἔσται γυνή ; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα .
12.24 ἔφη αὐτοῖς Ἰησοῦς Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ;