14.13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν πόλιν , καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων · ἀκολουθήσατε αὐτῷ ,
14.14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι διδάσκαλος λέγει Ποῦ ἐστὶν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω ;
14.15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον · καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν .
14.16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς , καὶ ἡτοίμασαν τὸ πάσχα .
14.17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα .
14.18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων Ἰησοῦς εἶπεν Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με " ἐσθίων μετ’ ἐμοῦ . "
14.19 ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς Μήτι ἐγώ ;
14.20 δὲ εἶπεν αὐτοῖς Εἷς τῶν δώδεκα , ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ [ ἓν ] τρύβλιον ·
14.21 ὅτι μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ , οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται · καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος .
14.22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν Λάβετε , τοῦτό ἐστιν τὸ σῶμά μου .
14.23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς , καὶ ἔπιον ἐξ αὐτοῦ πάντες .
14.24 καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν " τὸ αἷμά " μου " τῆς διαθήκης " τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν ·