14.1 ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας . Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν ,
14.2 ἔλεγον γάρ Μὴ ἐν τῇ ἑορτῇ , μή ποτε ἔσται θόρυβος τοῦ λαοῦ .
14.3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς .
14.4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς Εἰς τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν ;
14.5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς · καὶ ἐνεβριμῶντο αὐτῇ .
14.6 δὲ Ἰησοῦς εἶπεν Ἅφετε αὐτήν · τί αὐτῇ κόπους παρέχετε ; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί ·
14.7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν , καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς [ πάντοτε ] εὖ ποιῆσαι , ἐμὲ δὲ οὐ πάντοτε ἔχετε ·
14.8 ἔσχεν ἐποίησεν , προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν .
14.9 ἀμὴν δὲ λέγω ὑμῖν , ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον , καὶ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς .
14.10 Καὶ Ἰούδας Ἰσκαριὼθ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς .
14.11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι . καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ .
14.12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων , ὅτε τὸ πάσχα ἔθυον , λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα ;