14.50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες .
14.51 Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ , καὶ κρατοῦσιν αὐτόν ,
14.52 δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν .
14.53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα , καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς .
14.54 καὶ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως , καὶ ἦν συνκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς .
14.55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν , καὶ οὐχ ηὕρισκον ·
14.56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ , καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν .
14.57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες
14.58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω ·
14.59 καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν .
14.60 καὶ ἀναστὰς ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων Οὐκ ἀποκρίνῃ οὐδέν , τί οὗτοί σου καταμαρτυροῦσιν ;
14.61 δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν . πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ Σὺ εἶ χριστὸς υἱὸς τοῦ εὐλογητοῦ ;
14.62 δὲ Ἰησοῦς εἶπεν Ἐγώ εἰμι , καὶ " ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ . "
14.63 δὲ ἀρχιερεὺς διαρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει Τί ἔτι χρείαν ἔχομεν μαρτύρων ;
14.64 ἠκούσατε τῆς βλασφημίας ; τί ὑμῖν φαίνεται ; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου .