14.67 ἦσθα τοῦ Ἰησοῦ ·
14.68 ὁ δὲ ἠρνήσατο λέγων Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις , καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον .
14.69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστίν .
14.70 ὁ δὲ πάλιν ἠρνεῖτο . καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ Ἀληθῶς ἐξ αὐτῶν εἶ , καὶ γὰρ Γαλιλαῖος εἶ ·
14.71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε .
14.72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν · καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ , καὶ ἐπιβαλὼν ἔκλαιεν .