15.1 Καὶ εὐθὺς πρωὶ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ .
15.2 καὶ ἐπηρώτησεν αὐτὸν Πειλᾶτος Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων ; δὲ ἀποκριθεὶς αὐτῷ λέγει Σὺ λέγεις .
15.3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά .
15.4 δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν [ λέγων ] Οὐκ ἀποκρίνῃ οὐδέν ; ἴδε πόσα σου κατηγοροῦσιν .
15.5 δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη , ὥστε θαυμάζειν τὸν Πειλᾶτον .
15.6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο .
15.7 ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν .
15.8 καὶ ἀναβὰς ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς .
15.9 δὲ Πειλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων ;
15.10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν [ οἱ ἀρχιερεῖς ] .
15.11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς .
15.12 δὲ Πειλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς Τί οὖν ποιήσω [ ὃν ] λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων ;
15.13 οἱ δὲ πάλιν ἔκραξαν Σταύρωσον αὐτόν .
15.14 δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ ἐποίησεν κακόν ; οἱ δὲ περισσῶς ἔκραξαν Σταύρωσον αὐτόν .
15.15 δὲ Πειλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν , καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ .
15.16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς , ἐστιν πραιτώριον , καὶ συνκαλοῦσιν ὅλην τὴν σπεῖραν .