16.1 Καὶ διαγενομένου τοῦ σαββάτου [ ] Μαρία Μαγδαληνὴ καὶ Μαρία [ τοῦ ] Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἱνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν .
16.2 καὶ λίαν πρωὶ [ τῇ ] μιᾷ των σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου .
16.3 καὶ ἔλεγον πρὸς ἑαυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου ;
16.4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀνακεκύλισται λίθος , ἦν γὰρ μέγας σφόδρα .
16.5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν , καὶ ἐξεθαμβήθησαν .
16.6 δὲ λέγει αὐταῖς Μὴ ἐκθαμβεῖσθε · Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον · ἠγέρθη , οὐκ ἔστιν ὧδε · ἴδε τόπος ὅπου ἔθηκαν αὐτόν ·
16.7 ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν · ἐκεῖ αὐτὸν ὄψεσθε , καθὼς εἶπεν ὑμῖν .
16.8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου , εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις · καὶ οὐδενὶ οὐδὲν εἶπαν , ἐφοβοῦντο γάρ · [ ... ]
16.9 ⟦Ἀναστὰς δὲ πρωὶ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ , παρ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια .
16.10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ’ αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν ·
16.11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν .
16.12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν ·
16.13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς · οὐδὲ ἐκείνοις ἐπίστευσαν .