16.14 [ ἐκ νεκρῶν ] οὐκ ἐπίστευσαν ,
16.15 καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει .
16.16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται , ὁ δὲ ἀπιστήσας κατακριθήσεται .
16.17 σημεῖα δὲ τοῖς πιστεύσασιν ἀκολουθήσει ταῦτα , ἐν τῶ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν , γλώσσαις λαλήσουσιν ,
16.18 [ καὶ ἐν ταῖς χερσὶν ] ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ , ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν .
16.19 Ὁ μὲν οὖν κύριος [ Ἰησοῦς ] μετὰ τὸ λαλῆσαι αὐτοῖς " ἀνελήμφθη εἰς τὸν οὐρανὸν " καὶ " ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ . "
16.20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ , τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων . ⟧
16.20a Ἄλλως· ⟦Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν . Μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἀχρὶ δύσεως ἐξαπέστειλεν δι’ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας . ⟧