6.22 λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός . ἐὰν οὖν ὀφθαλμός σου ἁπλοῦς , ὅλον τὸ σῶμά σου φωτινὸν ἔσται ·
6.23 ἐὰν δὲ ὀφθαλμός σου πονηρὸς , ὅλον τὸ σῶμά σου σκοτινὸν ἔσται . εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν , τὸ σκότος πόσον .
6.24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν · γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει , ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει · οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ .
6.25 Διὰ τοῦτο λέγω ὑμῖν , μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε [ τί πίητε ] , μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε · οὐχὶ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος ;
6.26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας , καὶ πατὴρ ὑμῶν οὐράνιος τρέφει αὐτά · οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν ;
6.27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα ;
6.28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε ; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν · οὐ κοπιῶσιν οὐδὲ νήθουσιν ·
6.29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων .
6.30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον θεὸς οὕτως ἀμφιέννυσιν , οὐ πολλῷ μᾶλλον ὑμᾶς , ὀλιγόπιστοι ;
6.31 μὴ οὖν μεριμνήσητε λέγοντες Τί φάγωμεν ; Τί πίωμεν ; Τί περιβαλώμεθα ;