7.1 Μὴ κρίνετε , ἵνα μὴ κριθῆτε ·
7.2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε , καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν .
7.3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου , τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς ;
7.4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου , καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ ;
7.5 ὑποκριτά , ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν , καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου .
7.6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν , μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων , μή ποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς .
7.7 Αἰτεῖτε , καὶ δοθήσεται ὑμῖν · ζητεῖτε , καὶ εὑρήσετε · κρούετε , καὶ ἀνοιγήσεται ὑμῖν .
7.8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται .
7.9 ἢ τίς ἐξ ὑμῶν ἄνθρωπος , ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον — μὴ λίθον ἐπιδώσει αὐτῷ ;
7.10 ἢ καὶ ἰχθὺν αἰτήσει — μὴ ὄφιν ἐπιδώσει αὐτῷ ;
7.11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν , πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν .
7.12 Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι , οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς · οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται .
7.13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης · ὅτι πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς