8.1 Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί .
8.2 Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων Κύριε , ἐὰν θέλῃς δύνασαί με καθαρίσαι .
8.3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων Θέλω , καθαρίσθητι · καὶ εὐθέως ἐκαθερίσθη αὐτοῦ λέπρα .
8.4 καὶ λέγει αὐτῷ Ἰησοῦς Ὅρα μηδενὶ εἴπῃς , ἀλλὰ ὕπαγε σεαυτὸν " δεῖξον τῷ ἱερεῖ , " καὶ προσένεγκον τὸ δῶρον προσέταξεν Μωυσῆς εἰς μαρτύριον αὐτοῖς .
8.5 Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
8.6 καὶ λέγων Κύριε , παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός , δεινῶς βασανιζόμενος .
8.7 λέγει αὐτῷ Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν .
8.8 ἀποκριθεὶς δὲ ἑκατόνταρχος ἔφη Κύριε , οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς · ἀλλὰ μόνον εἰπὲ λόγῳ , καὶ ἰαθήσεται παῖς μου ·
8.9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν [ τασσόμενος ] , ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας , καὶ λέγω τούτῳ Πορεύθητι , καὶ πορεύεται , καὶ ἄλλῳ Ἔρχου , καὶ ἔρχεται , καὶ τῷ δούλῳ μου Ποίησον τοῦτο , καὶ ποιεῖ .
8.10 ἀκούσας δὲ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω ὑμῖν , παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον .
8.11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ " ἀπὸ ἀνατολῶν καὶ δυσμῶν " ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ·
8.12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον · ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων .