8.13 καὶ εἶπεν Ἰησοῦς τῷ ἑκατοντάρχῃ Ὕπαγε , ὡς ἐπίστευσας γενηθήτω σοι · καὶ ἰάθη παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ .
8.14 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν ·
8.15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς , καὶ ἀφῆκεν αὐτὴν πυρετός , καὶ ἠγέρθη , καὶ διηκόνει αὐτῷ .
8.16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς · καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ , καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν ·
8.17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος " Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν . "
8.18 Ἰδὼν δὲ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν .
8.19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ Διδάσκαλε , ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ .
8.20 καὶ λέγει αὐτῷ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις , δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ .
8.21 Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ Κύριε , ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου .
8.22 δὲ Ἰησοῦς λέγει αὐτῷ Ἀκολούθει μοι , καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς .
8.23 Καὶ ἐμβάντι αὐτῷ εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ .
8.24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ , ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων · αὐτὸς δὲ ἐκάθευδεν .
8.25 καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες Κύριε , σῶσον , ἀπολλύμεθα .