8.26 καὶ λέγει αὐτοῖς Τί δειλοί ἐστε , ὀλιγόπιστοι ; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ , καὶ ἐγένετο γαλήνη μεγάλη .
8.27 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ θάλασσα αὐτῷ ὑπακούουσιν ;
8.28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι , χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης .
8.29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες Τί ἡμῖν καὶ σοί , υἱὲ τοῦ θεοῦ ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς ;
8.30 Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη .
8.31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες Εἰ ἐκβάλλεις ἡμᾶς , ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων .
8.32 καὶ εἶπεν αὐτοῖς Ὑπάγετε . οἱ δὲ ἐξελθόντες ἀπῆλθαν εἰς τοὺς χοίρους · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν , καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν .
8.33 Οἱ δὲ βόσκοντες ἔφυγον , καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων .
8.34 καὶ ἰδοὺ πᾶσα πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ , καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν .