9.14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάνου λέγοντες Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν , οἱ δὲ μαθηταὶ σοῦ οὐ νηστεύουσιν ;
9.15 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστὶν νυμφίος ; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν νυμφίος , καὶ τότε νηστεύσουσιν .
9.16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ · αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου , καὶ χεῖρον σχίσμα γίνεται .
9.17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς · εἰ δὲ μήγε , ῥήγνυνται οἱ ἀσκοί , καὶ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται · ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς , καὶ ἀμφότεροι συντηροῦνται .
9.18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων [ εἷς ] προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι θυγάτηρ μου ἄρτι ἐτελεύτησεν · ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν , καὶ ζήσεται .
9.19 καὶ ἐγερθεὶς Ἰησοῦς ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ .
9.20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ·
9.21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι .
9.22 δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν Θάρσει , θύγατερ · πίστις σου σέσωκέν σε . καὶ ἐσώθη γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης .
9.23 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
9.24 ἔλεγεν Ἀναχωρεῖτε , οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει · καὶ κατεγέλων αὐτοῦ .