9.25 ὅτε δὲ ἐξεβλήθη ὄχλος , εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς , καὶ ἠγέρθη τὸ κοράσιον .
9.26 Καὶ ἐξῆλθεν φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην .
9.27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ λέγοντες Ἐλέησον ἡμᾶς , υἱὲ Δαυείδ .
9.28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθαν αὐτῷ οἱ τυφλοί , καὶ λέγει αὐτοῖς Ἰησοῦς Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι ; λέγουσιν αὐτῷ Ναί , κύριε .
9.29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν .
9.30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί . Καὶ ἐνεβριμήθη αὐτοῖς Ἰησοῦς λέγων Ὁρᾶτε μηδεὶς γινωσκέτω ·
9.31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ .
9.32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ κωφὸν δαιμονιζόμενον ·
9.33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν κωφός . καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ .
9.34 [ οἱ δὲ Φαρισαῖοι ἔλεγον Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια . ]
9.35 Καὶ περιῆγεν Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας , διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν .
9.36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐριμμένοι " ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα . "
9.37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ μὲν θερισμὸς πολύς , οἱ δὲ ἐργάται ὀλίγοι ·
9.38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ .