10.1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν .
10.2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα · πρῶτος Σίμων λεγόμενος Πέτρος καὶ Ἀνδρέας ἀδελφὸς αὐτοῦ καὶ Ἰάκωβος τοῦ Ζεβεδαίου καὶ Ἰωάνης ἀδελφὸς αὐτοῦ ,
10.3 Φίλιππος καὶ Βαρθολομαῖος , Θωμᾶς καὶ Μαθθαῖος τελώνης , Ἰάκωβος τοῦ Ἁλφαίου καὶ Θαδδαῖος ,
10.4 Σίμων Καναναῖος καὶ Ἰούδας Ἰσκαριώτης καὶ παραδοὺς αὐτόν .
10.5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε , καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε ·
10.6 πορεύεσθε δὲ μᾶλλον πρὸς " τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ . "
10.7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν βασιλεία τῶν οὐρανῶν .
10.8 ἀσθενοῦντας θεραπεύετε , νεκροὺς ἐγείρετε , λεπροὺς καθαρίζετε , δαιμόνια ἐκβάλλετε · δωρεὰν ἐλάβετε , δωρεὰν δότε .
10.9 Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν ,
10.10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον · ἄξιος γὰρ ἐργάτης τῆς τροφῆς αὐτοῦ .
10.11 εἰς ἣν δ’ ἂν πόλιν κώμην εἰσέλθητε , ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν · κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε .
10.12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν ·
10.13 καὶ ἐὰν μὲν οἰκία ἀξία , ἐλθάτω εἰρήνη ὑμῶν ἐπ’ αὐτήν · ἐὰν δὲ μὴ ἀξία , εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἐπιστραφήτω .