12.49 καὶ ἐκτείνας τὴν χεῖρα [ αὐτοῦ ] ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν Ἰδοὺ μήτηρ μου καὶ οἱ ἀδελφοί μου ·
12.50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς , αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν .