13.15 τούτου , καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν , καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν · μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν , καὶ ἰάσομαι αὐτούς . "
13.16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν , καὶ τὰ ὦτα [ ὑμῶν ] ὅτι ἀκούουσιν .
13.17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν , καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν .
13.18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος .
13.19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος , ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ · οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς .
13.20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς , οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν ·
13.21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν , γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται .
13.22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς , οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συνπνίγει τὸν λόγον , καὶ ἄκαρπος γίνεται .
13.23 ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς , οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς , ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα .
13.24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ .
13.25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν