14.1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ ,
14.2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οὗτός ἐστιν Ἰωάνης βαπτιστής · αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν , καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ .
14.3 γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάνην ἔδησεν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ,
14.4 ἔλεγεν γὰρ Ἰωάνης αὐτῷ Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν ·
14.5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον , ὅτι ὡς προφήτην αὐτὸν εἶχον .
14.6 γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ ,
14.7 ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ἐὰν αἰτήσηται .
14.8 δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς Δός μοι , φησίν , ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάνου τοῦ βαπτιστοῦ .
14.9 καὶ λυπηθεὶς βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι ,
14.10 καὶ πέμψας ἀπεκεφάλισεν Ἰωάνην ἐν τῇ φυλακῇ ·
14.11 καὶ ἠνέχθη κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ , καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς .
14.12 Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν , καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ .
14.13 Ἀκούσας δὲ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν · καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων .
14.14 Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον , καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν .