14.15 Ὀψίας δὲ γενομένης προσῆλθαν αὐτῷ οἱ μαθηταὶ λέγοντες Ἔρημός ἐστιν τόπος καὶ ὥρα ἤδη παρῆλθεν · ἀπόλυσον τοὺς ὄχλους , ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα .
14.16 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν · δότε αὐτοῖς ὑμεῖς φαγεῖν .
14.17 οἱ δὲ λέγουσιν αὐτῷ Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας .
14.18 δὲ εἶπεν Φέρετέ μοι ὧδε αὐτούς .
14.19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου , λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας , ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις .
14.20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν , καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις .
14.21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων .
14.22 Καὶ [ εὐθέως ] ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν , ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους .
14.23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι . ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ .
14.24 Τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν , βασανιζόμενον ὑπὸ τῶν κυμάτων , ἦν γὰρ ἐναντίος ἄνεμος .
14.25 Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν .
14.26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν , καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν .
14.27 εὐθὺς δὲ ἐλάλησεν [ Ἰησοῦς ] αὐτοῖς λέγων Θαρσεῖτε , ἐγώ εἰμι · μὴ φοβεῖσθε .