15.30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν χωλούς , κυλλούς , τυφλούς , κωφούς , καὶ ἑτέρους πολλούς , καὶ ἔριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ , καὶ ἐθεράπευσεν αὐτούς ·
15.31 ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας · καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ .
15.32 δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον , ὅτι [ ἤδη ] ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν · καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω , μή ποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ .
15.33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον ;
15.34 καὶ λέγει αὐτοῖς Ἰησοῦς Πόσους ἄρτους ἔχετε ; οἱ δὲ εἶπαν Ἑπτά , καὶ ὀλίγα ἰχθύδια .
15.35 καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
15.36 ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις .
15.37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν , καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σφυρίδας πλήρεις .
15.38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων .
15.39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον , καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν .