16.1 Καὶ προσελθόντες [ οἱ ] Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς .
16.2 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ⟦Ὀψίας γενομένης λέγετε Εὐδία , πυρράζει γὰρ οὐρανός ·
16.3 καὶ πρωί Σήμερον χειμών , πυρράζει γὰρ στυγνάζων οὐρανός . τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν , τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε .
16.4 Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ , καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ . καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν .
16.5 Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν .
16.6 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων .
16.7 οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν .
16.8 γνοὺς δὲ Ἰησοῦς εἶπεν Τί διαλογίζεσθε ἐν ἑαυτοῖς , ὀλιγόπιστοι , ὅτι ἄρτους οὐκ ἔχετε ;
16.9 οὔπω νοεῖτε , οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε ;
16.10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σφυρίδας ἐλάβετε ;
16.11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν ; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων .
16.12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης [ τῶν ἄρτων ] ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων .
16.13 Ἐλθὼν δὲ Ἰησοῦς εἰς τὰ μέρη Καισαρίας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου ;