16.14 οἱ δὲ εἶπαν Οἱ μὲν Ἰωάνην τὸν βαπτιστήν , ἄλλοι δὲ Ἠλείαν , ἕτεροι δὲ Ἰερεμίαν ἕνα τῶν προφητῶν .
16.15 λέγει αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ;
16.16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν Σὺ εἶ χριστὸς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος .
16.17 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτῷ Μακάριος εἶ , Σίμων Βαριωνᾶ , ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ πατήρ μου ἐν [ τοῖς ] οὐρανοῖς ·
16.18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος , καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν , καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς ·
16.19 δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν , καὶ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς , καὶ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς .
16.20 Τότε ἐπετίμησεν τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν χριστός .
16.21 Ἀπὸ τότε ἤρξατο Ἰησοῦς Χριστὸς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἰεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι .
16.22 καὶ προσλαβόμενος αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων Ἵλεώς σοι , κύριε · οὐ μὴ ἔσται σοι τοῦτο .
16.23 δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ Ὕπαγε ὀπίσω μου , Σατανᾶ · σκάνδαλον εἶ ἐμοῦ , ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων .