19.25 ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες Τίς ἄρα δύναται σωθῆναι ;
19.26 ἐμβλέψας δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν , " παρὰ δὲ θεῷ πάντα δυνατά . "
19.27 Τότε ἀποκριθεὶς Πέτρος εἶπεν αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι · τί ἄρα ἔσται ἡμῖν ;
19.28 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλινγενεσίᾳ , ὅταν καθίσῃ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ , καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ .
19.29 καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἀδελφοὺς ἀδελφὰς πατέρα μητέρα τέκνα ἀγροὺς ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος , πολλαπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει .
19.30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι .