20.28 ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν .
20.29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰερειχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς .
20.30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν , ἀκούσαντες ὅτι Ἰησοῦς παράγει , ἔκραξαν λέγοντες Κύριε , ἐλέησον ἡμᾶς , υἱὸς Δαυείδ .
20.31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν · οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες Κύριε , ἐλέησον ἡμᾶς , υἱὸς Δαυείδ ·
20.32 καὶ στὰς [ ὁ ] Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν Τί θέλετε ποιήσω ὑμῖν ;
20.33 λέγουσιν αὐτῷ Κύριε , ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν .
20.34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν , καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ .