21.1 Καὶ ὅτε ἤγγισαν εἰς Ἰεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν , τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
21.2 λέγων αὐτοῖς Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν , καὶ εὐθὺς εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς · λύσαντες ἀγάγετέ μοι .
21.3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι , ἐρεῖτε ὅτι κύριος αὐτῶν χρείαν ἔχει · εὐθὺς δὲ ἀποστελεῖ αὐτούς .
21.4 Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος
21.5 " Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου . "
21.6 Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον ,
21.7 καὶ ἐπέθηκαν ἐπ’ αὐτῶν τὰ ἱμάτια , καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν .
21.8 δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ , ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ .
21.9 οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες " Ὡσαννὰ τῷ υἱῷ Δαυείδ · " Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου · " Ὡσαννὰ ἐν τοῖς ὑψίστοις . "
21.10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἰεροσόλυμα ἐσείσθη πᾶσα
21.11 πόλις λέγουσα Τίς ἐστιν οὗτος ; οἱ δὲ ὄχλοι ἔλεγον Οὗτός ἐστιν προφήτης Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας .
21.12 Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν , καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς ,