21.13 Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται , " ὑμεῖς δὲ αὐτὸν ποιεῖτε " σπήλαιον λῃστῶν . "
21.14 Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ , καὶ ἐθεράπευσεν αὐτούς .
21.15 Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας Ὡσαννὰ τῷ υἱῷ Δαυείδ ἠγανάκτησαν καὶ εἶπαν αὐτῷ
21.16 Ἀκούεις τί οὗτοι λέγουσιν ; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς Ναί · οὐδέποτε ἀνέγνωτε ὅτι " Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ; "
21.17 Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν , καὶ ηὐλίσθη ἐκεῖ .
21.18 Πρωὶ δὲ ἐπαναγαγὼν εἰς τὴν πόλιν ἐπείνασεν .
21.19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν , καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον , καὶ λέγει αὐτῇ Οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα · καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ .
21.20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ ;
21.21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν , ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε , οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε , ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν , γενήσεται ·
21.22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε .
21.23 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθαν αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ;
21.24 ἀποκριθεὶς [ δὲ ] ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐρωτήσω ὑμᾶς