21.24 ἀποκριθεὶς [ δὲ ] Ἰησοῦς εἶπεν αὐτοῖς Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα , ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ ·
21.25 τὸ βάπτισμα τὸ Ἰωάνου πόθεν ἦν ; ἐξ οὐρανοῦ ἐξ ἀνθρώπων ; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ , ἐρεῖ ἡμῖν Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ ;
21.26 ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων , φοβούμεθα τὸν ὄχλον , πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάνην ·
21.27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν Οὐκ οἴδαμεν . ἔφη αὐτοῖς καὶ αὐτός Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ .
21.28 Τί δὲ ὑμῖν δοκεῖ ; ἄνθρωπος εἶχεν τέκνα δύο . προσελθὼν τῷ πρώτῳ εἶπεν Τέκνον , ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι ·
21.29 δὲ ἀποκριθεὶς εἶπεν Ἐγώ , κύριε · καὶ οὐκ ἀπῆλθεν .
21.30 προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως · δὲ ἀποκριθεὶς εἶπεν Οὐ θέλω · ὕστερον μεταμεληθεὶς ἀπῆλθεν .
21.31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός ; λέγουσιν ὕστερος . λέγει αὐτοῖς Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ .
21.32 ἦλθεν γὰρ Ἰωάνης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης , καὶ οὐκ ἐπιστεύσατε αὐτῷ · οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ · ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ .