21.33 Ἄλλην παραβολὴν ἀκούσατε . Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις " ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον , " καὶ ἐξέδετο αὐτὸν γεωργοῖς , καὶ ἀπεδήμησεν .
21.34 ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν , ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ .
21.35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν , ὃν δὲ ἀπέκτειναν , ὃν δὲ ἐλιθοβόλησαν .
21.36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων , καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως .
21.37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων Ἐντραπήσονται τὸν υἱόν μου .
21.38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς Οὗτός ἐστιν κληρονόμος · δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ ·
21.39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν .
21.40 ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος , τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις ;
21.41 λέγουσιν αὐτῷ Κακοὺς κακῶς ἀπολέσει αὐτούς , καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς , οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν . λέγει αὐτοῖς Ἰησοῦς
21.42 Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς " Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ Κυρίου ἐγένετο αὕτη , καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν ; "
21.43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς .
21.44 [ Καὶ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται · ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν . ]